Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.300 Joseph. AJ 2.305 (English) >>Joseph. AJ 2.310

2.303θηρίων γὰρ παντοίων καὶ πολυτρόπων, ὧν εἰς ὄψιν οὐδεὶς ἀπηντήκει πρότερον, τὴν χώραν αὐτῶν ἐγέμισεν, ὑφʼ ὧν αὐτοί τε ἀπώλλυντο καὶ γῆ τῆς ἐπιμελείας τῆς παρὰ τῶν γεωργῶν ἀπεστερεῖτο, εἰ δέ τι καὶ διέφυγε τὴν ὑπʼ ἐκείνοις ἀπώλειαν, νόσῳ τοῦτο καὶ τῶν ἀνθρώπων ὑπομενόντων ἐδαπανᾶτο. 2.304

Τοῦ δὲ Φαραώθου μηδʼ οὕτως εἴκοντος τοῖς τοῦ θεοῦ βουλήμασιν, ἀλλὰ τὰς μὲν γυναῖκας συναπαίρειν τοῖς ἀνδράσιν ἀξιοῦντος καταλείπεσθαι δὲ τοὺς παῖδας, οὐκ ἠπόρει τὸ θεῖον τὴν πονηρίαν αὐτοῦ ποικίλοις κακοῖς καὶ μείζοσι τῶν προενδεδημηκότων μετερχόμενον βασανίσαι· ἀλλὰ γὰρ δεινῶς αὐτοῖς ἐξηλκοῦτο τὰ σώματα τῶν ἐντὸς διαφθειρομένων, καὶ τὸ πολὺ τῶν Αἰγυπτίων οὕτως ἀπώλλυτο. 2.305μηδʼ ὑπὸ ταύτης δὲ τῆς πληγῆς σωφρονιζομένου τοῦ βασιλέως χάλαζα μήτε πρότερον τοῦ κατʼ Αἴγυπτον ἀέρος τοῦτο πεπονθότος μήθʼ ὁμοία τῇ παρʼ ἄλλοις ὥρᾳ χειμῶνος κατιούσῃ, μείζων δὲ τῆς παρὰ τοῖς τὰ βόρεια καὶ τὴν ἄρκτον νεμομένοις, ἔαρος ἀκμάζοντος κατενεχθεῖσα τοὺς καρποὺς αὐτῶν κατέκλασεν. 2.306ἔπειτα φῦλον ἀκρίδων ἐπινέμεται τὴν ὑπὸ τῆς χαλάζης μὴ καταβλαβεῖσαν σποράν, ὥστε πρὸς ἀκριβὲς πάσας τοῖς Αἰγυπτίοις τὰς ἀπὸ τῆς γῆς τῶν καρπῶν ἐλπίδας διολέσαι. 2.307

Ἤρκει μὲν οὖν τὸν δίχα πονηρίας ἀνόητον καὶ τὰ προειρημένα τῶν κακῶν εἰς σύνεσιν καὶ τοῦ συμφέροντος τὴν ἐπίνοιαν ὠφελῆσαι, Φαραώθης δὲ οὐ τοσοῦτον ὑπὸ ἀφροσύνης ὅσον ὑπὸ κακίας ὅμως αἰσθόμενος γὰρ τῆς αἰτίας ἀντεφιλονείκει τῷ θεῷ καὶ τοῦ κρείττονος ἑκὼν προδότης ἐγένετο, καὶ κελεύει μὲν τὸν Μωυσῆν μετὰ γυναικῶν καὶ παίδων ἀπάγειν τοὺς Ἑβραίους, τὴν δὲ λείαν αὐτοῖς καταλιπεῖν ἐφθαρμένης αὐτοῖς τῆς οἰκείας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.300 Joseph. AJ 2.305 (English) >>Joseph. AJ 2.310

Powered by PhiloLogic